Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.392 Joseph. AJ 8.397 (English) >>Joseph. AJ 8.401

8.395

Τρίτῳ δʼ ἔτει τῆς βασιλείας συγκαλέσας τοὺς ἡγεμόνας τῆς χώρας καὶ τοὺς ἱερεῖς ἐκέλευε τὴν γῆν περιελθόντας ἅπαντα τὸν λαὸν τὸν ἐπʼ αὐτῇ διδάξαι κατὰ πόλιν τοὺς Μωσείους νόμους καὶ φυλάσσειν τούτους καὶ σπουδάζειν περὶ τὴν θρησκείαν τοῦ θεοῦ. καὶ ἥσθη πᾶν τὸ πλῆθος οὕτως, ὡς μηδὲν ἄλλο φιλοτιμεῖσθαι μηδὲ ἀγαπᾶν ὡς τὸ τηρεῖν τὰ νόμιμα. 8.396οἵ τε προσχώριοι διετέλουν στέργοντες τὸν Ἰωσάφατον καὶ πρὸς αὐτὸν εἰρήνην ἄγοντες· οἱ δὲ Παλαιστῖνοι τακτοὺς ἐτέλουν αὐτῷ φόρους καὶ Ἄραβες ἐχορήγουν κατʼ ἔτος ἄρνας ἑξήκοντα καὶ τριακοσίους καὶ ἐρίφους τοσούτους. πόλεις τε μεγάλας ὠχύρωσεν ἄλλας τε καὶ βαρεῖς, καὶ δύναμιν στρατιωτικὴν πρὸς πολέμους ηὐτρέπιστο. 8.397ἦν δὲ ἐκ μὲν τῆς Ἰούδα φυλῆς στρατὸς ὁπλιτῶν μυριάδες τριάκοντα, ὧν Ἐδναῖος τὴν ἡγεμονίαν εἶχεν, Ἰωάννης δὲ μυριάδων εἴκοσι. δʼ αὐτὸς οὗτος ἡγεμὼν κἀκ τῆς Βενιαμίτιδος φυλῆς εἶχε τοξοτῶν πεζῶν μυριάδας εἴκοσι, ἄλλος δʼ ἡγεμὼν Χάβαθος ὄνομα μυριάδας ὁπλιτῶν ὀκτωκαίδεκα τὸ πλῆθος τῷ βασιλεῖ προσένειμε, πάρεξ ὧν εἰς τὰς ὀχυρωτάτας διέπεμψε πόλεις. 8.398

Ἠγάγετο δὲ τῷ παιδὶ Ἰωράμῳ τὴν Ἀχάβου θυγατέρα τοῦ τῶν δέκα φυλῶν βασιλέως Ὀθλίαν ὄνομα. πορευθέντα δʼ αὐτὸν μετὰ χρόνον τινὰ εἰς Σαμάρειαν φιλοφρόνως Ἄχαβος ὑπεδέξατο καὶ τὸν ἀκολουθήσαντα στρατὸν ἐξένισε λαμπρῶς σίτου τε καὶ οἴνου καὶ θυμάτων ἀφθονίᾳ, παρεκάλεσέ τε συμμαχῆσαι κατὰ τοῦ Σύρων βασιλέως, ἵνα τὴν ἐν τῇ Γαλαδηνῇ πόλιν Ἀραμαθὰν ἀφέληται·



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.392 Joseph. AJ 8.397 (English) >>Joseph. AJ 8.401

Powered by PhiloLogic